Σάββατο 22 Ιουνίου 2019

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΗΝ ΚΡΙΣΗ ΤHΣ ΠΑΤΡΙΔΟΣ ΜΑΣ




Εἶναι ἀνάγκη νὰ διαβαστῆ ἀπ' ὅλους...

 Κύριε ὁ Θεὸς ἡμῶν, «ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως, ὁ Παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν», πρόσδεξαι ἐν ταύτῃ τῇ ὥρᾳ τὴν δέησιν ἡμῶν ὑπὲρ τοῦ Ἔθνους καὶ τῆς Πατρίδος ἡμῶν.
 Πάντες οἱ ὁμοπάτριδες ὀδυνόμεθα ἐπὶ τῇ χλεύῃ καὶ καταφρονήσει καὶ δυστυχίᾳ τῆς φιλτάτης ἡμῶν Πατρίδος, καθὼς, ἐκ τῶν ἁμαρτιῶν ἡμῶν καὶ τῆς ἐνεστώσης οἰκονομικῆς ἀνάγκης καὶ πνευματικῆς κρίσεως, κατέστημεν ἄνθρωποι θλῖψιν μόνιμον ἔχοντες καὶ θνος ὑπὸ τῶν ἄλλων θνῶν ὀνειδιζόμενον.
νάδειξον ἄρχοντας πεπληρωμένους Θείου Φωτισμοῦ καὶ Συνέσεως, ἵνα ἐργασθῶσιν ὑπὲρ τῆς ἐθνικῆς ἡμῶν προόδου καὶ εἰρήνης.
Δός, οὖν, ἡμῖν, Κύριε ὁ Θεὸς ἡμῶν, πάντα τὰ χρειώδη τῆς καθ' ἡμέραν ἐπὶ τῆς γῆς διαβιώσεως ἡμῶν, μετάνοιαν διὰ τὰς ἁμαρτίας ἡμῶν, πίστιν βεβαίαν, ἐλπίδα ἀκαταίσχυντον, χαρὰν βαθείαν ἐν ταῖς καρδίαις ἡμῶν.
ξάγαγε ἡμᾶς ἐκ τῶν λυπηρῶν ἐπὶ τὰ θυμηδέστερα, ἐκ τῆς ἀπελπισίας εἰς τὴν βεβαίαν πρὸς Σὲ ἐλπίδα, ἐκ τῆς ἀπιστίας εἰς τὴν πίστιν, Φανερῶν τοῖς πάσι τὴν Πανάγαθον Πρόνοιαν  καὶ τὸ μέγα καὶ πλούσιον ἔλεός Σου.
Ἀμήν.


Πηγή: ethnegersis